Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.318 Dem. 19.322 (English) >>Dem. 19.325

19.320ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθʼ ὅτι νῦν, ἡνίκʼ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπʼ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθʼ ὑμεῖς, οὐδʼ, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτʼ ἐπιορκεῖν δόξας πάνθʼ βούλομαι διαπράξωμαι; πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτʼ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ. 19.321ἐντεῦθεν οἱ μὲν παρʼ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δʼ ἐκδεχόμενοι τοιαῦτʼ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε. 19.322τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρʼ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφʼ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵνʼ, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθʼ ὑμεῖς. πῶς οὖν; 19.323τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματʼ ἀγαγόντας ἄφνω, ἵνα μηδʼ ἂν βούλησθε δύνησθʼ ἐξελθεῖν. οὐκοῦν τοῦθʼ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δʼ, ὥσπερ ἀκηκόατʼ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.318 Dem. 19.322 (English) >>Dem. 19.325

Powered by PhiloLogic